Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.140 Dem. 21.144 (English) >>Dem. 21.147

21.143λέγεται τοίνυν ποτʼ ἐν τῇ πόλει κατὰ τὴν παλαιὰν ἐκείνην εὐδαιμονίαν Ἀλκιβιάδης γενέσθαι, σκέψασθε τίνων ὑπαρχόντων καὶ ποίων τινῶν πρὸς τὸν δῆμον πῶς ἐχρήσανθʼ ὑμῶν οἱ πρόγονοι, ἐπειδὴ βδελυρὸς καὶ ὑβριστὴς ᾤετο δεῖν εἶναι. καὶ οὐκ ἀπεικάσαι δήπου Μειδίαν Ἀλκιβιάδῃ βουλόμενος τούτου μέμνημαι τοῦ λόγου (οὐχ οὕτως εἴμʼ ἄφρων οὐδʼ ἀπόπληκτος ἐγώ), ἀλλʼ ἵνʼ εἰδῆθʼ ὑμεῖς, ἄνδρες Ἀθηναῖοι, καὶ γνῶθʼ ὅτι οὐδὲν οὔτʼ ἔστιν οὔτʼ ἔσται, οὐ γένος, οὐ πλοῦτος, οὐ δύναμις, τι τοῖς πολλοῖς ὑμῖν, ἂν ὕβρις προσῇ, προσήκει φέρειν. 21.144ἐκεῖνος γάρ, ἄνδρες Ἀθηναῖοι, λέγεται πρὸς πατρὸς μὲν Ἀλκμεωνιδῶν εἶναι (τούτους δέ φασιν ὑπὸ τῶν τυράννων ὑπὲρ τοῦ δήμου στασιάζοντας ἐκπεσεῖν, καὶ δανεισαμένους χρήματʼ ἐκ Δελφῶν ἐλευθερῶσαι τὴν πόλιν καὶ τοὺς Πεισιστράτου παῖδας ἐκβαλεῖν), πρὸς δὲ μητρὸς Ἱππονίκου καὶ ταύτης τῆς οἰκίας ἧς ὑπάρχουσι πολλαὶ καὶ μεγάλαι πρὸς τὸν δῆμον εὐεργεσίαι. 21.145οὐ μόνον δὲ ταῦθʼ ὑπῆρχεν αὐτῷ, ἀλλὰ καὶ αὐτὸς ὑπὲρ τοῦ δήμου θέμενος τὰ ὅπλα δὶς μὲν ἐν Σάμῳ, τρίτον δʼ ἐν αὐτῇ τῇ πόλει, τῷ σώματι τὴν εὔνοιαν, οὐ χρήμασιν οὐδὲ λόγοις ἐνεδείξατο τῇ πατρίδι. ἔτι δʼ ἵππων Ὀλυμπίασιν ἀγῶνες ὑπῆρχον αὐτῷ καὶ νῖκαι καὶ στέφανοι, καὶ στρατηγὸς ἄριστος, καὶ λέγειν ἐδόκει πάντων, ὥς φασιν, εἶναι δεινότατος.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.140 Dem. 21.144 (English) >>Dem. 21.147

Powered by PhiloLogic